<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:438-457</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:438-457</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="438">ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω· </l><l n="439">νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, </l><l n="440">ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα </l><l n="441">ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων </l><l n="442">δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν; </l><l n="443">θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, </l><l n="444">ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν </l><l n="445">οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, </l><l n="446">νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. <milestone unit="card" n="446" ed="P"/>
        </l><l n="447">τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, </l><l n="448">τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, </l><l n="449">εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. </l><l n="450">καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, </l><l n="451">τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς </l><l n="452">καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· </l><l n="453">ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, </l><l n="454">οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. </l><l n="455">θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. </l><l n="456">νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, </l><l n="457">ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>