<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:418-437</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:418-437</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="418">καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς </l><l n="419">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="420">σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων </l><l n="421">γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ </l><l n="422">θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει </l><l n="423">θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων </l><l n="424">στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς </l><l n="425">Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων </l><l n="426">γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων </l><l n="427">ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, </l><l n="428">ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. </l><l n="429">Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, </l><l n="430">μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· </l><l n="431">τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος </l><l n="432">ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, </l><l n="433">πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. </l><l n="434">τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, </l><l n="435">καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· </l><l n="436"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, </l><l n="437">πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>