<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="41">ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου </l><l n="42">αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. </l><l n="43">ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ </l><l n="44">ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, </l><l n="45">ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, </l><l n="46">ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. </l><l n="47">πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο </l><l n="48">πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. </l><l n="49">ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι </l><l n="50">καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, </l><l n="51">ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. </l><l n="52">αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, </l><l n="53">πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς </l><l n="54">σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν </l><l n="55">ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι </l><l n="56">ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, </l><l n="57">ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, </l><l n="58">ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, </l><l n="59">ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· </l><l n="60">ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>