<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:380-399</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:380-399</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><sp><l n="380">οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. </l><l n="381">Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους, </l><l n="382">καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, </l><l n="383">ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον· </l><l n="384">οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια. </l><l n="385">καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, </l><l n="386">καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.<!-- <milestone type="endquote"/> --></l></sp><milestone unit="card" n="387" ed="P"/><l n="387"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης· </l><l n="388">καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε. </l><l n="389">Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα </l><l n="390">εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. </l><l n="391">ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας </l><l n="392">ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν </l><l n="393">καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο, </l><l n="394">ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. </l><l n="395">νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· </l><l n="396">ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. </l><l n="397"><milestone unit="Para" ed="P"/>τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα </l><l n="398">ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον· </l><l n="399">ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>