<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:360-379</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:360-379</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="360">αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν </l><l n="361">αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. </l><l n="362">αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν· </l><l n="363"><!-- <milestone type="startquote"/> -->οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα </l><l n="364">οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην.<!-- <milestone type="endquote"/> --><!-- <milestone type="endquote"/> --> </l><l n="365"><milestone unit="Para" ed="P"/> Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων· </l><l n="366">Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, </l><l n="367">δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων· </l><sp><l n="368"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω· </l><l n="369">νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι. </l><l n="370">ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς </l><l n="371">σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο· </l><l n="372">οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας, </l><l n="373">μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, </l><l n="374">πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, </l><l n="375">οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, </l><l n="376">αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός, </l><l n="377">οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. </l><l n="378">πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, </l><l n="379">ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, </l></sp></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>