<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:340-359</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:340-359</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="340">κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων </l><l n="341">ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, </l><l n="342">εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, </l><l n="343">οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. <milestone unit="card" n="344" ed="P"/>
        </l><l n="344">τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα </l><l n="345">ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· </l><l n="346">αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν </l><l n="347">οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· </l><l n="348">ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα </l><l n="349">τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. </l><l n="350">ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, </l><l n="351">ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· </l><l n="352">αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, </l><l n="353">ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ </l><l n="354">χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ </l><l n="355">ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. </l><l n="356">αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε </l><l n="357">καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, </l><l n="358">ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, </l><l n="359">ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>