<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:260-279</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:260-279</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="260"><milestone unit="Para" ed="P"/>Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· </l><l n="261"><!-- <milestone type="startquote"/> -->Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; </l><l n="262">καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; </l><l n="263">οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· </l><l n="264">οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· </l><l n="265">οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. </l><l n="266">οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· </l><l n="267">ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς </l><l n="268">σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. </l><l n="269">μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· </l><l n="270">καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, </l><l n="271">παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι </l><l n="272">βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. </l><l n="273">χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. </l><l n="274">εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· </l><l n="275">μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, </l><l n="276">μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, </l><l n="277">αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.<!-- <milestone type="endquote"/> --></l><l n="278"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων </l><l n="279">ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>