<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="21">οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, </l><l n="22">ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος </l><l n="23">οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. </l><l n="24">ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον· </l><l n="25">Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν· </l><l n="26">ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι </l><l n="27">βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, </l><l n="28">σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς </l><l n="29">ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· <milestone unit="card" n="30" ed="P"/>
      </l><l n="30"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω. </l><l n="31">χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, </l><l n="32">ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα </l><l n="33">αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; </l><l n="34">ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, </l><l n="35">οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις </l><l n="36">οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· </l><l n="37">ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα </l><l n="38">ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.<!--<milestone type="endquote"/>--></l><l n="39"><milestone unit="Para" ed="P"/>ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας </l><l n="40">ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>