<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:200-219</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:200-219</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="200">ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.<!--  <milestone type="endquote"/>--></l><l n="201"><milestone unit="Para" ed="P"/>τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· </l><l n="202"><!-- <milestone type="startquote"/> -->ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, </l><l n="203">πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, </l><l n="204">τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ </l><l n="205">φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· </l><l n="206">αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα </l><l n="207">ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· </l><l n="208">παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, </l><l n="209">ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει </l><l n="210">νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. </l><l n="211">ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.<!-- <milestone type="endquote"/> --> </l><l n="212"><milestone unit="Para" ed="P"/>φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· </l><l n="213">οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω </l><l n="214">φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. <milestone unit="card" n="215" ed="P"/>
      </l><l n="215">ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων </l><l n="216">ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, </l><l n="217">πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσʼ </l><l n="218">ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· </l><l n="219"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>