<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:140-159</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:140-159</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="140">ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν </l><l n="141">παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. </l><l n="142">Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα </l><l n="143">ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν </l><l n="144">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, </l><l n="145">οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς </l><l n="146">δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν </l><l n="147">αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. </l><l n="148">ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν </l><l n="149">ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει. </l><l n="150">ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· </l><l n="151">σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον </l><l n="152">νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων </l><l n="153">κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. </l><l n="154"><milestone unit="Para" ed="P"/>μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· </l><l n="155"><!-- <milestone type="startquote"/> -->τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ </l><l n="156">ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω </l><l n="157">ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα </l><l n="158">Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν </l><l n="159">ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>