<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:120-139</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:120-139</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="120">ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· </l><l n="121">ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι </l><l n="122">σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα </l><l n="123">ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· </l><l n="124">ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, </l><l n="125">ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, </l><l n="126">δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα </l><l n="127">Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα </l><l n="128">λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας </l><l n="129">κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. </l><l n="130">ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· </l><l n="131">ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα </l><l n="132">ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, </l><l n="133">καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. <milestone unit="card" n="134" ed="P"/>
      </l><l n="134">ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, </l><l n="135">δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, </l><l n="136">σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας </l><l n="137">οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. </l><l n="138"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, </l><l n="139">σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>