<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:100-119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:100-119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="100">Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. </l><l n="101">τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς </l><l n="102">Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. </l><l n="103">ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον </l><l n="104">καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. </l><l n="105">ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους </l><l n="106">καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, </l><l n="107">λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· </l><l n="108">σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. </l><l n="109">δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ </l><l n="110"><gap reason="lost"/>ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· </l><l n="111">Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. </l><l n="112">πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ </l><l n="113">οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ </l><l n="114">τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. </l><l n="115"><milestone unit="Para" ed="P"/>ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, </l><l n="116">τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε </l><l n="117">δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. </l><l n="118">ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· </l><l n="119">ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>