<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, </l><l n="2">Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, </l><l n="3">ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, </l><l n="4">νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, </l><l n="5">αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον, </l><l n="6">ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων </l><l n="7">νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, </l><l n="8">ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, </l><l n="9">λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους. </l><l n="10">ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, </l><l n="11">τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, </l><l n="12">εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο· </l><l n="13">καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, </l><l n="14">ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων, </l><l n="15">νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν </l><l n="16">ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν. </l><l n="17">ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, </l><l n="18">ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος </l><l n="19">τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. </l><l n="20">ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>