<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:81-99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:81-99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="81">ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα </l><l n="81a"> [<supplied reason="lost">τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα<note resp="ed" xml:lang="eng">Allen.</note></supplied>]</l><l n="82">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.<!-- <milestone type="endquote" --></l><l n="83"><milestone unit="Para" ed="P"/>ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε· </l><l n="84"><!-- <milestone type="startquote" -->ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν </l><l n="85">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος </l><l n="86">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν· </l><l n="87">ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ </l><l n="88">βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.<!-- <milestone type="endquote" --></l><milestone unit="card" n="89" ed="P"/><l n="89"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, </l><l n="90">Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος· </l><l n="91">Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις </l><l n="92">ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι, </l><l n="93">ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε </l><l n="94">Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη </l><l n="95"> ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης· </l><l n="96">ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο· </l><l n="97">μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια· </l><l n="98">ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, </l><l n="99">Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε </l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>