<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:497-516</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:497-516</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="497">δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
              </l><l n="498">καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. </l><l n="499">αὐτὰρ ἐπὴν σίτοιο
              μελίφρονος ἐξ ἔρον ἧσθε, </l><l n="500">ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,
              </l><l n="501">εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.<!-- <milestone type="endquote"> --></l><l n="502"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. </l><l n="503">ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, </l><l n="504">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· </l><l n="505">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. </l><l n="506">ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο </l><l n="507">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· </l><l n="508">καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· </l><l n="509">πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες </l><l n="510">εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. </l><l n="511">δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ </l><l n="512">καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. </l><l n="513">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, </l><l n="514">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, </l><l n="515">φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, </l><l n="516">καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>