<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:477-496</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:477-496</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="477">ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος </l><l n="478">ἔς τε
              φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="479">ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον
              ἀνθρώποισιν. </l><l n="480">εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
              </l><l n="481">ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, </l><l n="482">οὔ τι κακὰ φρονέων,
              ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="483">ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, </l><l n="484">βουλάς
              τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι </l><l n="485">αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
              </l><l n="486">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· </l><l n="487">ἱστία μὲν πρῶτον κάθετον
              λύσαντε βοείας, </l><l n="488">νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, </l><l n="489">ἐκ δὲ
              κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης </l><l n="490">καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι
              θαλάσσης· </l><l n="491">πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες </l><l n="492">εὔχεσθαι δὴ
              ἔπειτα παριστάμενοι περὶ βωμόν. <milestone unit="card" n="493" ed="P"/>
            </l><l n="493">ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ </l><l n="494">εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς
              ὄρουσα, </l><l n="495">ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς </l><l n="496">αὐτὸς Δελφίνιος
              καὶ ἐπόψιος ἔσσεται αἰεί. </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>