<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:417-436</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:417-436</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="417">ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. </l><l n="418">ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, </l><l n="419">ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα </l><l n="420">ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων </l><l n="421">ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον </l><l n="422">Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν </l><l n="423">καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ </l><l n="424">καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους. </l><l n="425">βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην </l><l n="426">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. </l><l n="427">εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, </l><l n="428">καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο </l><l n="429">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. </l><l n="430">ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν </l><l n="431">καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, </l><l n="432">ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει· </l><l n="433">ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης, </l><l n="434">λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα </l><l n="435">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. </l><l n="436">ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>