<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="41">καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα </l><l n="42">Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, </l><l n="43">καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα </l><l n="44">Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, </l><l n="45">τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, </l><l n="46">εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι. <milestone unit="card" n="47" ed="P"/>
        </l><l n="47">αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη </l><l n="48">Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα· </l><l n="49">πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ </l><l n="50">καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· </l><l n="51"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote" -->δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, </l><l n="52">Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, — </l><l n="53">ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει· </l><l n="54">οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον, </l><l n="55">οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις. </l><l n="56">εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, </l><l n="57">ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας </l><l n="58">ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ </l><l n="59">δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι </l><l n="60">χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.<!-- <milestone type="endquote" --></l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>