<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:338-357</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:338-357</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="338">νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου· </l><l n="339">ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.<!-- <milestone type="endquote"> --></l><l n="340">ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ· </l><l n="341">κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα </l><l n="342">τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι. </l><l n="343">ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν </l><l n="344">οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, </l><l n="345">οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ </l><l n="346">αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς· </l><l n="347">ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα </l><l n="348">τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη. <milestone unit="card" n="349" ed="P"/>
          </l><l n="349">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο </l><l n="350">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, </l><l n="351">ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι, </l><l n="352">δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν. </l><l n="353">αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη </l><l n="354">δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο. </l><l n="355">ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων· </l><l n="356">ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, </l><l n="357">πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>