<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="21">ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους· </l><l n="22">πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι </l><l n="23">ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες </l><l n="24">ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. </l></sp><l n="25">ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, </l><l n="26">κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, </l><l n="27">Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν </l><l n="28">ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, </l><l n="29">ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. </l><l n="30"><milestone unit="Para" ed="P"/>ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν </l><l n="31">νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια, </l><l n="32">Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος </l><l n="33">Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα </l><l n="34">Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα, </l><l n="35">Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, </l><l n="36">Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα </l><l n="37">Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, </l><l n="38">καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, </l><l n="39">παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα </l><l n="40">καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ </l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>