<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:200-219</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:200-219</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="200">ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης </l><l n="201">παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Αʼπόλλων ἐγκιθαρίζει </l><l n="202">καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει </l><l n="203">μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. </l><l n="204">οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες </l><l n="205">Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς </l><l n="206">υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι. </l><sp><l n="207"><milestone unit="Para" ed="P"/>πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; </l><l n="208">ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι, </l><l n="209">ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην </l><l n="210">Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; </l><l n="211">ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ; </l><l n="212">ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι </l><l n="213"><gap reason="lost"/>πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν. </l><l n="214">ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι </l><l n="215">ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον; </l><l n="216">Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες· </l><l n="217">Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας </l><l n="218">καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες, </l><l n="219">Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>