<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:180-199</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:180-199</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="180">καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν, </l><l n="181">αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις. </l></sp><l n="182"><milestone unit="Para" ed="P"/>εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς </l><l n="183">φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, </l><l n="184">ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ </l><l n="185">χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. </l><l n="186">ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, </l><l n="187">εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων. </l><l n="188">αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή· </l><l n="189">Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ </l><l n="190">ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων </l><l n="191">τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι </l><l n="192">ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται </l><l n="193">εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ· </l><l n="194">αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι </l><l n="195">Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη </l><l n="196">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· </l><l n="197">τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, </l><l n="198">ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, </l><l n="199">Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. </l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>