<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:140-159</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:140-159</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="140"><milestone unit="Para" ed="P"/>αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον, </l><l n="141">ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, </l><l n="142">ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες. </l><l n="143">πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα· </l><l n="144">πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι </l><l n="145">ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες· </l><l n="146">ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ, </l><l n="147">ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται </l><l n="148">αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν. </l><l n="149">οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ </l><l n="150">μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα. </l><l n="151">φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, </l><l n="152">ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν· </l><l n="153">πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν </l><l n="154">ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας </l><l n="155">νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά. </l><l n="156">πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται, </l><l n="157">κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι· </l><l n="158">αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν, </l><l n="159">αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, </l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>