<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:100-119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:100-119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="100">ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε </l><l n="101">Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν. </l><l n="102"><milestone unit="Para" ed="P"/>αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, </l><l n="103">ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον, </l><l n="104">χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν· </l><l n="105">νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης, </l><l n="106">νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. </l><l n="107">αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, </l><l n="108">βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ. </l><l n="109">αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, </l><l n="110">αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε </l><l n="111">ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, </l><l n="112">πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι. </l><l n="113">τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι· </l><l n="114">βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. </l><l n="115"><milestone unit="Para" ed="P"/>εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, </l><l n="116">δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. </l><l n="117">ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε </l><l n="118">λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν· </l><l n="119">ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι. </l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>