<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="1"><milestone unit="Para" ed="P"/>μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, </l><l n="2">ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα· </l><l n="3">καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο </l><l n="4">πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. </l><l n="5">Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, </l><l n="6">ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, </l><l n="7">καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα </l><l n="8">τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο </l><l n="9">πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα. </l><l n="10">τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ </l><l n="11">δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι </l><l n="12">ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ, </l><l n="13">οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. </l><l n="14">χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, </l><l n="15">Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, </l><l n="16">τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, </l><l n="17">κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, </l><l n="18">ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις. </l><sp><l n="19"><milestone unit="Para" ed="P"/>πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; </l><l n="20">πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς, </l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>