<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="81">ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. </l><l n="82">ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ </l><l n="83">μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς </l><l n="84">γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, </l><l n="85">αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν </l><l n="86">ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, </l><l n="87">τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="87" ed="P"/><l n="88"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς </l><l n="89">ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. </l><l n="90"><milestone unit="Para" ed="P"/>Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· </l><l n="91">χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι </l><l n="92">νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον </l><l n="93">ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα </l><l n="94">εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν </l><l n="95">εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, </l><l n="96">πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, </l><l n="97">ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. </l><l n="98">ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, </l><l n="99">Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, </l><l n="100">ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>