<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:79-155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:79-155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="79">ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν </l><l n="80">αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα </l><l n="81">ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. </l><l n="82">ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ </l><l n="83">μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς </l><l n="84">γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, </l><l n="85">αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν </l><l n="86">ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, </l><l n="87">τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="87" ed="P"/><l n="88"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς </l><l n="89">ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. </l><l n="90"><milestone unit="Para" ed="P"/>Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· </l><l n="91">χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι </l><l n="92">νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον </l><l n="93">ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα </l><l n="94">εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν </l><l n="95">εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, </l><l n="96">πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, </l><l n="97">ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. </l><l n="98">ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, </l><l n="99">Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, </l><l n="100">ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, </l><l n="101">γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο </l><l n="102">εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, </l><l n="103">οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων </l><l n="104">παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. </l><l n="105">τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες </l><l n="106">ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν </l><l n="107">κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, </l><l n="108">τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, </l><l n="109">Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα </l><l n="110">Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· </l><l n="111">οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. </l><l n="112">ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· </l><l n="113"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; </l><l n="114">τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι </l><l n="115">πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα </l><l n="116">τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, </l><l n="117">αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="118" ed="P"/><l n="118"><milestone unit="Para" ed="P"/>ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· </l><l n="119"><!-- <milestone type="startquote"/>-->τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, </l><l n="120">χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς </l><l n="121">ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. </l><l n="122">Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. </l><l n="123">νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης </l><l n="124">ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ </l><l n="125">ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα </l><l n="126">νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες </l><l n="127">ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, </l><l n="128">δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· </l><l n="129">ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· </l><l n="130">λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης </l><l n="131">φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με </l><l n="132">ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. </l><l n="133">οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, </l><l n="134">ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. </l><l n="135">ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες </l><l n="136">δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, </l><l n="137">ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. </l><l n="137a"><supplied reason="lost">τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,</supplied></l><l n="138">προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι </l><l n="139">ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι </l><l n="140">πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· </l><l n="141">καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα </l><l n="142">καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι </l><l n="143">καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων </l><l n="144">δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. <!-- <milestone type="endquote"/>--></l><l n="145"><milestone unit="Para" ed="P"/>φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, </l><l n="146">Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· <milestone unit="card" n="147" ed="P"/>
            </l><l n="147"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="148">τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. </l><l n="149">ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω </l><l n="150">ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς </l><l n="151">δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος </l><l n="152">εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· </l><l n="153">ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου </l><l n="154">ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο </l><l n="155">καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>