<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:478-489</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:478-489</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="478">σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι </l><l n="479">οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. </l><l n="480">ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· </l><l n="481">ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων </l><l n="482">αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. </l><l n="483"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων, </l><l n="484">βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων. </l><l n="485">ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ </l><l n="486">σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι </l><l n="487">προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων· </l><l n="488">αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα </l><l n="489">Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>