<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:427-465</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:427-465</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="427">καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, </l><l n="428">νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών. </l><l n="429">αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε </l><l n="430">χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων· </l><l n="431">βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι </l><l n="432">πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ. </l><l n="433">ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.<!-- <milestone type="endquote"/>--></l><l n="434"><milestone unit="Para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι </l><l n="435">πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον </l><l n="436">ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός. </l><l n="437">γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε. </l><l n="438"><milestone unit="Para" ed="P"/>τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος· </l><l n="439">πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν· </l><l n="440">ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα. </l><l n="441"><milestone unit="Para" ed="P"/>ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς </l><l n="442">Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον </l><l n="443">ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς </l><l n="444">δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι· </l><l n="445">νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο </l><l n="446">τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, </l><l n="447">τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν. </l><l n="448">ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων. <milestone unit="card" n="449" ed="P"/>
            </l><l n="449">ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων, </l><l n="450">ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης </l><l n="451">τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον </l><l n="452">ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν </l><l n="453">μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα </l><l n="454">μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν </l><l n="455">ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι </l><l n="456">βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι. </l><l n="457">ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο· </l><l n="458">ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ. </l><l n="459">τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος· </l><l n="460"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς </l><l n="461">ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς </l><l n="462"><supplied reason="lost">δωσέμεν, ἅς κʼ ἐθέλῃσθα</supplied> μετʼ ἀθανάτοισι θεοῖσι. </l><l n="463"><supplied reason="lost">νεῦσε δέ σοι κούρην ἔτεος π</supplied>εριτελλομένοιο </l><l n="464"><supplied reason="lost">τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ</supplied>ερόεντα, </l><l n="465"><supplied reason="lost">τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις</supplied> ἀθανάτοισιν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>