<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:406-435</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:406-435</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="406"><!-- <milestone type="startquote"/>-->τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα· </l><l n="407">εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς </l><l n="408">πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, </l><l n="409">ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα </l><l n="410">λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, </l><l n="411">αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ </l><l n="412">ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν, </l><l n="413">ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. </l><l n="414">ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν </l><l n="415">ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, </l><l n="416">ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. </l><l n="417">ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα, </l><l n="418">Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη </l><l n="419">καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε </l><l n="420">Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις </l><l n="421">Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε </l><l n="422">καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ </l><l n="423">καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ </l><l n="424">Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, </l><l n="425">παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα, </l><l n="426">μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον </l><l n="427">καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, </l><l n="428">νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών. </l><l n="429">αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε </l><l n="430">χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων· </l><l n="431">βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι </l><l n="432">πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ. </l><l n="433">ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.<!-- <milestone type="endquote"/>--></l><l n="434"><milestone unit="Para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι </l><l n="435">πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>