<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:4-102</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:4-102</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="4"><milestone unit="Para" ed="P"/>νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, </l><l n="5"> παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις </l><l n="6">ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ </l><l n="7">λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον </l><l n="8">νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ </l><l n="9">Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, </l><l n="10"> θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι </l><l n="11">ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· </l><l n="12">τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· </l><l n="13">κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν </l><l n="14">γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. </l><l n="15">ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω </l><l n="16">καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια </l><l n="17">Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων </l><l n="18">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="19"><milestone unit="Para" ed="P"/>ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν </l><l n="20">ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, </l><l n="21">κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. </l><l n="22">οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων </l><l n="23">ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† </l><l n="24">εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα </l><l n="25">ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, </l><l n="26">Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, </l><l n="27">κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν </l><l n="28">ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, </l><l n="29">δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. </l><l n="30">τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι </l><l n="31">πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, </l><l n="32">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="33"><milestone unit="Para" ed="P"/>ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα </l><l n="34">λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα </l><l n="35">αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν </l><l n="36">ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, </l><l n="37">τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· </l><l n="38"><gap reason="lost"/>ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου </l><l n="39">φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. <milestone unit="card" n="40" ed="P"/>
            </l><l n="40"><milestone unit="Para" ed="P"/>ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις </l><l n="41">ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, </l><l n="42">κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, </l><l n="43">σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν </l><l n="44">μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι </l><l n="45">ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, </l><l n="46">οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. </l><l n="47">ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ </l><l n="48">στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, </l><l n="49">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο </l><l n="50">πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. </l><l n="51">ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, </l><l n="52">ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα </l><l n="53">καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· </l><l n="54"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, </l><l n="55">τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων </l><l n="56">ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; </l><l n="57">φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, </l><l n="58">ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.<!--<milestone type="endquote"/>--></l><l n="59"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ </l><l n="60">Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ </l><l n="61">ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. </l><l n="62">Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, </l><l n="63">στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· </l><l n="64"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ </l><l n="65">ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· </l><l n="66">κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, </l><l n="67">τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο </l><l n="68">ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. </l><l n="69">ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον </l><l n="70">αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, </l><l n="71">νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, </l><l n="72">ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ </l><l n="73">οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.<!-- <milestone type="endquote"/>--></l><l n="74"><milestone unit="Para" ed="P"/>ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· </l><l n="75"><!-- <milestone type="startquote"/>-->Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, </l><l n="76">εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω </l><l n="77">ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος </l><l n="78">αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, </l><l n="79">ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν </l><l n="80">αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα </l><l n="81">ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. </l><l n="82">ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ </l><l n="83">μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς </l><l n="84">γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, </l><l n="85">αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν </l><l n="86">ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, </l><l n="87">τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="87" ed="P"/><l n="88"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς </l><l n="89">ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. </l><l n="90"><milestone unit="Para" ed="P"/>Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· </l><l n="91">χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι </l><l n="92">νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον </l><l n="93">ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα </l><l n="94">εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν </l><l n="95">εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, </l><l n="96">πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, </l><l n="97">ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. </l><l n="98">ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, </l><l n="99">Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, </l><l n="100">ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, </l><l n="101">γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο </l><l n="102">εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>