<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:359-403</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:359-403</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="359">ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· </l><l n="360"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον </l><l n="361">ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, </l><l n="362">μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· </l><l n="363">οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, </l><l n="364">αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα </l><l n="365">δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, </l><l n="366">τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. </l><l n="367">τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, </l><l n="368">οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται </l><l n="369">εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.<!-- <milestone type="endquote"/>--></l><l n="370"><milestone unit="Para" ed="P"/>ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, </l><l n="371">καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς </l><l n="372">ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, </l><l n="373">ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα </l><l n="374">αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. </l><l n="375">ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν </l><l n="376">ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. </l><l n="377">ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης </l><l n="378">ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι </l><l n="379">σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. </l><l n="380">ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα </l><l n="381">οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα </l><l n="382">ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν, </l><l n="383">ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. </l><l n="384">στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, </l><l n="385">νηοῖο προπάροιθε θυώδεος· <milestone unit="Para" ed="P"/>ἣ δὲ ἰδοῦσα </l><l n="386">ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. </l><l n="387">Περσεφόνη δʼ ἑτέρ<supplied reason="lost">ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ</supplied> </l><l n="388">μητρὸς ἑῆς κατʼ <supplied reason="lost">ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους</supplied> </l><l n="389">ἆλτο θέει<supplied reason="lost">ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·</supplied> </l><l n="390">τῇ δὲ <supplied reason="lost">φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ</supplied> </l><l n="391">α<supplied reason="lost">ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς</supplied> </l><l n="392">παυομ<supplied reason="lost">ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</supplied> </l><l n="393"><!-- <milestone type="startquote"/>-->τέκνον, μή ῥά τι μοι σ<supplied reason="lost">ύ γε πάσσαο νέρθεν ἐοῦσα</supplied> </l><l n="394">βρώμης; ἐξαύδα, μ<supplied reason="lost">ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·</supplied> </l><l n="395">ὣς μὲν γάρ κεν ἐοῦσα π<supplied reason="lost">αρὰ στυγεροῦ Ἀίδαο</supplied> </l><l n="396">καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ<supplied reason="lost">αινεφέϊ Κρονίωνι</supplied> </l><l n="397">ναιετάοις πάντεσσι τετιμ<supplied reason="lost">ένη ἀθανάτοι</supplied>σιν. <milestone unit="card" n="398" ed="P"/>
               </l><l n="398">εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ<supplied reason="lost">ὸ κεύθεσι γαίης</supplied> </l><l n="399">οἰκήσεις ὡρέων τρίτατον μέρ<supplied reason="lost">ος εἰς ἐνιαυτόν,</supplied> </l><l n="400">τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ <supplied reason="lost">ἄλλοις ἀθανά</supplied>τοισιν. </l><l n="401">ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε<supplied reason="lost">σιν</supplied> εἰαρινο<supplied reason="lost">ῖσι</supplied> </l><l n="402">παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος </l><l n="403">αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>