<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:341-366</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:341-366</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="341">ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. </l><l n="342">τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, </l><l n="343">ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, </l><l n="344">πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ </l><l n="345">ἔργοις θεῶν μακάρων <supplied reason="lost">δεινὴν</supplied> μητίσετο βουλήν. </l><l n="346">ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης· <milestone unit="card" n="347" ed="P"/></l><l n="347"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, </l><l n="348">Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν </l><l n="349">ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ </l><l n="350">ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς </l><l n="351">ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον, </l><l n="352">φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, </l><l n="353">σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς </l><l n="354">ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι </l><l n="355">μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ </l><l n="356">ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. <!-- <milestone type="endquote"/>--></l><l n="357"><milestone unit="Para" ed="P"/>ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς </l><l n="358">ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς· </l><l n="359">ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· </l><l n="360"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον </l><l n="361">ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, </l><l n="362">μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· </l><l n="363">οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, </l><l n="364">αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα </l><l n="365">δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, </l><l n="366">τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>