<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:317-421</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:317-421</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l><l n="323">ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. <!-- <milestone type="endquote"/>--></l><l n="324"><milestone unit="Para" ed="P"/>ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός. </l><l n="325">αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας </l><l n="326">πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες </l><l n="327">κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα </l><l n="328">τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. </l><l n="329">ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα </l><l n="330">θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους. </l><l n="331">οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο </l><l n="332">πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, </l><l n="333">πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. </l><l n="334"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, </l><l n="335">εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, </l><l n="336">ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν </l><l n="337">ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος </l><l n="338">ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ </l><l n="339">ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. </l><l n="340">Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης </l><l n="341">ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. </l><l n="342">τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, </l><l n="343">ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, </l><l n="344">πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ </l><l n="345">ἔργοις θεῶν μακάρων <supplied reason="lost">δεινὴν</supplied> μητίσετο βουλήν. </l><l n="346">ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης· <milestone unit="card" n="347" ed="P"/></l><l n="347"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, </l><l n="348">Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν </l><l n="349">ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ </l><l n="350">ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς </l><l n="351">ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον, </l><l n="352">φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, </l><l n="353">σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς </l><l n="354">ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι </l><l n="355">μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ </l><l n="356">ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. <!-- <milestone type="endquote"/>--></l><l n="357"><milestone unit="Para" ed="P"/>ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς </l><l n="358">ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς· </l><l n="359">ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· </l><l n="360"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον </l><l n="361">ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, </l><l n="362">μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· </l><l n="363">οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, </l><l n="364">αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα </l><l n="365">δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, </l><l n="366">τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. </l><l n="367">τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, </l><l n="368">οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται </l><l n="369">εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.<!-- <milestone type="endquote"/>--></l><l n="370"><milestone unit="Para" ed="P"/>ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, </l><l n="371">καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς </l><l n="372">ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, </l><l n="373">ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα </l><l n="374">αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. </l><l n="375">ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν </l><l n="376">ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. </l><l n="377">ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης </l><l n="378">ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι </l><l n="379">σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. </l><l n="380">ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα </l><l n="381">οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα </l><l n="382">ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν, </l><l n="383">ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. </l><l n="384">στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, </l><l n="385">νηοῖο προπάροιθε θυώδεος· <milestone unit="Para" ed="P"/>ἣ δὲ ἰδοῦσα </l><l n="386">ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. </l><l n="387">Περσεφόνη δʼ ἑτέρ<supplied reason="lost">ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ</supplied> </l><l n="388">μητρὸς ἑῆς κατʼ <supplied reason="lost">ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους</supplied> </l><l n="389">ἆλτο θέει<supplied reason="lost">ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·</supplied> </l><l n="390">τῇ δὲ <supplied reason="lost">φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ</supplied> </l><l n="391">α<supplied reason="lost">ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς</supplied> </l><l n="392">παυομ<supplied reason="lost">ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</supplied> </l><l n="393"><!-- <milestone type="startquote"/>-->τέκνον, μή ῥά τι μοι σ<supplied reason="lost">ύ γε πάσσαο νέρθεν ἐοῦσα</supplied> </l><l n="394">βρώμης; ἐξαύδα, μ<supplied reason="lost">ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·</supplied> </l><l n="395">ὣς μὲν γάρ κεν ἐοῦσα π<supplied reason="lost">αρὰ στυγεροῦ Ἀίδαο</supplied> </l><l n="396">καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ<supplied reason="lost">αινεφέϊ Κρονίωνι</supplied> </l><l n="397">ναιετάοις πάντεσσι τετιμ<supplied reason="lost">ένη ἀθανάτοι</supplied>σιν. <milestone unit="card" n="398" ed="P"/>
               </l><l n="398">εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ<supplied reason="lost">ὸ κεύθεσι γαίης</supplied> </l><l n="399">οἰκήσεις ὡρέων τρίτατον μέρ<supplied reason="lost">ος εἰς ἐνιαυτόν,</supplied> </l><l n="400">τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ <supplied reason="lost">ἄλλοις ἀθανά</supplied>τοισιν. </l><l n="401">ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε<supplied reason="lost">σιν</supplied> εἰαρινο<supplied reason="lost">ῖσι</supplied> </l><l n="402">παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος </l><l n="403">αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις. </l><l n="403a"><supplied reason="lost">εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα</supplied></l><l n="404">καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;<!-- <milestone type="endquote"/>--></l><l n="405"><milestone unit="Para" ed="P"/>τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· </l><l n="406"><!-- <milestone type="startquote"/>-->τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα· </l><l n="407">εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς </l><l n="408">πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, </l><l n="409">ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα </l><l n="410">λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, </l><l n="411">αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ </l><l n="412">ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν, </l><l n="413">ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. </l><l n="414">ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν </l><l n="415">ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, </l><l n="416">ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. </l><l n="417">ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα, </l><l n="418">Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη </l><l n="419">καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε </l><l n="420">Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις </l><l n="421">Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>