<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:305-322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:305-322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l><l n="315">Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. </l><l n="316">ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι </l><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>