<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:289-314</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:289-314</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="289">ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα </l><l n="290">ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· </l><l n="291">χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. <milestone unit="card" n="292" ed="P"/>
            </l><l n="292"><milestone unit="Para" ed="P"/>αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο </l><l n="293">δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν </l><l n="294">εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, </l><l n="295">ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. </l><l n="296">αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν </l><l n="297">ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν </l><l n="298">ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="299">οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, </l><l n="300">τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. </l><l n="301"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, </l><l n="302">βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ </l><l n="303">ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων </l><l n="304">μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. </l><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>