<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:281-334</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:281-334</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="281">βῆ δὲ διὲκ μεγάρων· <milestone unit="Para" ed="P"/> τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, </l><l n="282">δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς </l><l n="283">μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. </l><l n="284">τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, </l><l n="285">κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα </l><l n="286">παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· </l><l n="287">ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι </l><l n="288">μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. </l><l n="289">ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα </l><l n="290">ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· </l><l n="291">χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. <milestone unit="card" n="292" ed="P"/>
            </l><l n="292"><milestone unit="Para" ed="P"/>αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο </l><l n="293">δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν </l><l n="294">εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, </l><l n="295">ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. </l><l n="296">αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν </l><l n="297">ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν </l><l n="298">ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="299">οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, </l><l n="300">τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. </l><l n="301"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, </l><l n="302">βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ </l><l n="303">ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων </l><l n="304">μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. </l><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l><l n="315">Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. </l><l n="316">ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι </l><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l><l n="323">ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. <!-- <milestone type="endquote"/>--></l><l n="324"><milestone unit="Para" ed="P"/>ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός. </l><l n="325">αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας </l><l n="326">πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες </l><l n="327">κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα </l><l n="328">τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. </l><l n="329">ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα </l><l n="330">θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους. </l><l n="331">οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο </l><l n="332">πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, </l><l n="333">πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. </l><l n="334"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>