<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:279-298</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:279-298</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="279">λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, </l><l n="280">αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· </l><l n="281">βῆ δὲ διὲκ μεγάρων· <milestone unit="Para" ed="P"/> τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, </l><l n="282">δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς </l><l n="283">μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. </l><l n="284">τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, </l><l n="285">κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα </l><l n="286">παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· </l><l n="287">ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι </l><l n="288">μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. </l><l n="289">ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα </l><l n="290">ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· </l><l n="291">χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. <milestone unit="card" n="292" ed="P"/>
            </l><l n="292"><milestone unit="Para" ed="P"/>αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο </l><l n="293">δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν </l><l n="294">εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, </l><l n="295">ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. </l><l n="296">αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν </l><l n="297">ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν </l><l n="298">ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>