<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:263-280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:263-280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="263">τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων </l><l n="264">ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. </l><l n="265">ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν </l><l n="266">παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν </l><l n="267">αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα. </l><l n="268">εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον </l><l n="269">ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται. </l><l n="270">ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ </l><l n="271">τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος </l><l n="272">Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="273">ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα </l><l n="274">εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.<!-- <milestone type="endquote"/>--></l><l n="275"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε </l><l n="276">γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο· </l><l n="277">ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων </l><l n="278">σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο </l><l n="279">λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, </l><l n="280">αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>