<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:239-258</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:239-258</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="239">νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν </l><l n="240">λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, </l><l n="241">ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. </l><l n="242">καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, </l><l n="243">εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα </l><l n="244">νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο </l><l n="245">σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ </l><l n="246">δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ </l><l n="247">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· <milestone unit="card" n="248" ed="P"/></l><l n="248"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ </l><l n="249">κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.<!-- <milestone type="endquote"/>--></l><l n="250"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. </l><l n="251">τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ </l><l n="252">παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, </l><l n="253">χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, </l><l n="254">ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς, </l><l n="255">καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· </l><l n="256"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο </l><l n="257">αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο· </l><l n="258">καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>