<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:236a-322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:236a-322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="236a"><supplied reason="lost">ἠματίη μὲν γὰρ καλλιστέφανος</supplied> Δημήτηρ </l><l n="237">χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα </l><l n="238">ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· </l><l n="239">νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν </l><l n="240">λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, </l><l n="241">ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. </l><l n="242">καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, </l><l n="243">εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα </l><l n="244">νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο </l><l n="245">σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ </l><l n="246">δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ </l><l n="247">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· <milestone unit="card" n="248" ed="P"/></l><l n="248"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ </l><l n="249">κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.<!-- <milestone type="endquote"/>--></l><l n="250"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. </l><l n="251">τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ </l><l n="252">παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, </l><l n="253">χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, </l><l n="254">ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς, </l><l n="255">καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· </l><l n="256"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο </l><l n="257">αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο· </l><l n="258">καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. </l><l n="259">ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, </l><l n="260">ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα </l><l n="261">παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν· </l><l n="262">νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι· </l><l n="263">τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων </l><l n="264">ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. </l><l n="265">ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν </l><l n="266">παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν </l><l n="267">αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα. </l><l n="268">εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον </l><l n="269">ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται. </l><l n="270">ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ </l><l n="271">τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος </l><l n="272">Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="273">ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα </l><l n="274">εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.<!-- <milestone type="endquote"/>--></l><l n="275"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε </l><l n="276">γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο· </l><l n="277">ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων </l><l n="278">σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο </l><l n="279">λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, </l><l n="280">αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· </l><l n="281">βῆ δὲ διὲκ μεγάρων· <milestone unit="Para" ed="P"/> τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, </l><l n="282">δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς </l><l n="283">μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. </l><l n="284">τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, </l><l n="285">κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα </l><l n="286">παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· </l><l n="287">ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι </l><l n="288">μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. </l><l n="289">ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα </l><l n="290">ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· </l><l n="291">χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. <milestone unit="card" n="292" ed="P"/>
            </l><l n="292"><milestone unit="Para" ed="P"/>αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο </l><l n="293">δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν </l><l n="294">εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, </l><l n="295">ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. </l><l n="296">αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν </l><l n="297">ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν </l><l n="298">ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="299">οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, </l><l n="300">τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. </l><l n="301"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, </l><l n="302">βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ </l><l n="303">ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων </l><l n="304">μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. </l><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l><l n="315">Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. </l><l n="316">ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι </l><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>