<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:228-244</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:228-244</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="228">οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· </l><l n="229">οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, </l><l n="230">οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.<!-- <milestone type="endquote"/>--></l><l n="231"><milestone unit="Para" ed="P"/>ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ </l><l n="232">χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. </l><l n="233">ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν </l><l n="234">Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, </l><l n="235">ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, </l><l n="236">οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος <supplied reason="lost">γάλα μητρὸς</supplied> </l><l n="236a"><supplied reason="lost">ἠματίη μὲν γὰρ καλλιστέφανος</supplied> Δημήτηρ </l><l n="237">χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα </l><l n="238">ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· </l><l n="239">νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν </l><l n="240">λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, </l><l n="241">ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. </l><l n="242">καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, </l><l n="243">εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα </l><l n="244">νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>