<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:216-233</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:216-233</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="216">ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="217">τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. </l><l n="218">νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. </l><l n="219">παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον </l><l n="220">ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. </l><l n="221">εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="222">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="223">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.<!-- <milestone type="endquote"/>--> </l><l n="224"><milestone unit="Para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·</l><l n="225"><!-- <milestone type="startquote"/>-->καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· </l><l n="226">παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, </l><l n="227">θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης </l><l n="228">οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· </l><l n="229">οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, </l><l n="230">οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.<!-- <milestone type="endquote"/>--></l><l n="231"><milestone unit="Para" ed="P"/>ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ </l><l n="232">χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. </l><l n="233">ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>