<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="21">κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. </l><l n="22">οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων </l><l n="23">ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† </l><l n="24">εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα </l><l n="25">ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, </l><l n="26">Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, </l><l n="27">κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν </l><l n="28">ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, </l><l n="29">δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. </l><l n="30">τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι </l><l n="31">πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, </l><l n="32">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="33"><milestone unit="Para" ed="P"/>ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα </l><l n="34">λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα </l><l n="35">αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν </l><l n="36">ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, </l><l n="37">τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· </l><l n="38"><gap reason="lost"/>ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου </l><l n="39">φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. <milestone unit="card" n="40" ed="P"/>
            </l><l n="40"><milestone unit="Para" ed="P"/>ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>