<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:204-253</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:204-253</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="204">μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· </l><l n="205">ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. </l><l n="206">τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου </l><l n="207">πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε </l><l n="208">πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ </l><l n="209">δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. </l><l n="210">ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· </l><l n="211">δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ </l><l n="212"><gap reason="lost"/>τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· <milestone unit="card" n="213" ed="P"/>
            </l><l n="213"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων </l><l n="214">ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς </l><l n="215">καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. </l><l n="216">ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="217">τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. </l><l n="218">νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. </l><l n="219">παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον </l><l n="220">ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. </l><l n="221">εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="222">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="223">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.<!-- <milestone type="endquote"/>--> </l><l n="224"><milestone unit="Para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·</l><l n="225"><!-- <milestone type="startquote"/>-->καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· </l><l n="226">παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, </l><l n="227">θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης </l><l n="228">οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· </l><l n="229">οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, </l><l n="230">οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.<!-- <milestone type="endquote"/>--></l><l n="231"><milestone unit="Para" ed="P"/>ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ </l><l n="232">χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. </l><l n="233">ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν </l><l n="234">Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, </l><l n="235">ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, </l><l n="236">οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος <supplied reason="lost">γάλα μητρὸς</supplied> </l><l n="236a"><supplied reason="lost">ἠματίη μὲν γὰρ καλλιστέφανος</supplied> Δημήτηρ </l><l n="237">χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα </l><l n="238">ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· </l><l n="239">νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν </l><l n="240">λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, </l><l n="241">ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. </l><l n="242">καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, </l><l n="243">εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα </l><l n="244">νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο </l><l n="245">σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ </l><l n="246">δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ </l><l n="247">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· <milestone unit="card" n="248" ed="P"/></l><l n="248"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ </l><l n="249">κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.<!-- <milestone type="endquote"/>--></l><l n="250"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. </l><l n="251">τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ </l><l n="252">παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, </l><l n="253">χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>