<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:192-209</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:192-209</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="192">ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, </l><l n="193">ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, </l><l n="194">ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, </l><l n="195">πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="196">πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. </l><l n="197">ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· </l><l n="198">δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, </l><l n="199">οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, </l><l n="200">ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος </l><l n="201">ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, </l><l n="202">πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="203">πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, </l><l n="204">μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· </l><l n="205">ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. </l><l n="206">τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου </l><l n="207">πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε </l><l n="208">πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ </l><l n="209">δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>