<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:178-336</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:178-336</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="178">ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. </l><l n="179">τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ </l><l n="180">κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς </l><l n="181">ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ </l><l n="182">στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος </l><l n="183">κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. <milestone unit="card" n="184" ed="P"/>
            </l><l n="184"><milestone unit="Para" ed="P"/>αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, </l><l n="185">βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ </l><l n="186">ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο </l><l n="187">παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν </l><l n="188">ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου </l><l n="189">κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. </l><l n="190">τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· </l><l n="191">εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. </l><l n="192">ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, </l><l n="193">ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, </l><l n="194">ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, </l><l n="195">πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="196">πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. </l><l n="197">ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· </l><l n="198">δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, </l><l n="199">οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, </l><l n="200">ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος </l><l n="201">ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, </l><l n="202">πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="203">πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, </l><l n="204">μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· </l><l n="205">ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. </l><l n="206">τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου </l><l n="207">πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε </l><l n="208">πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ </l><l n="209">δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. </l><l n="210">ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· </l><l n="211">δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ </l><l n="212"><gap reason="lost"/>τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· <milestone unit="card" n="213" ed="P"/>
            </l><l n="213"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων </l><l n="214">ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς </l><l n="215">καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. </l><l n="216">ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="217">τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. </l><l n="218">νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. </l><l n="219">παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον </l><l n="220">ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. </l><l n="221">εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="222">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="223">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.<!-- <milestone type="endquote"/>--> </l><l n="224"><milestone unit="Para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·</l><l n="225"><!-- <milestone type="startquote"/>-->καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· </l><l n="226">παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, </l><l n="227">θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης </l><l n="228">οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· </l><l n="229">οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, </l><l n="230">οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.<!-- <milestone type="endquote"/>--></l><l n="231"><milestone unit="Para" ed="P"/>ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ </l><l n="232">χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. </l><l n="233">ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν </l><l n="234">Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, </l><l n="235">ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, </l><l n="236">οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος <supplied reason="lost">γάλα μητρὸς</supplied> </l><l n="236a"><supplied reason="lost">ἠματίη μὲν γὰρ καλλιστέφανος</supplied> Δημήτηρ </l><l n="237">χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα </l><l n="238">ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· </l><l n="239">νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν </l><l n="240">λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, </l><l n="241">ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. </l><l n="242">καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, </l><l n="243">εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα </l><l n="244">νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο </l><l n="245">σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ </l><l n="246">δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ </l><l n="247">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· <milestone unit="card" n="248" ed="P"/></l><l n="248"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ </l><l n="249">κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.<!-- <milestone type="endquote"/>--></l><l n="250"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. </l><l n="251">τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ </l><l n="252">παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, </l><l n="253">χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, </l><l n="254">ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς, </l><l n="255">καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· </l><l n="256"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο </l><l n="257">αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο· </l><l n="258">καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. </l><l n="259">ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, </l><l n="260">ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα </l><l n="261">παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν· </l><l n="262">νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι· </l><l n="263">τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων </l><l n="264">ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. </l><l n="265">ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν </l><l n="266">παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν </l><l n="267">αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα. </l><l n="268">εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον </l><l n="269">ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται. </l><l n="270">ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ </l><l n="271">τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος </l><l n="272">Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="273">ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα </l><l n="274">εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.<!-- <milestone type="endquote"/>--></l><l n="275"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε </l><l n="276">γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο· </l><l n="277">ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων </l><l n="278">σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο </l><l n="279">λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, </l><l n="280">αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· </l><l n="281">βῆ δὲ διὲκ μεγάρων· <milestone unit="Para" ed="P"/> τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, </l><l n="282">δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς </l><l n="283">μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. </l><l n="284">τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, </l><l n="285">κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα </l><l n="286">παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· </l><l n="287">ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι </l><l n="288">μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. </l><l n="289">ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα </l><l n="290">ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· </l><l n="291">χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. <milestone unit="card" n="292" ed="P"/>
            </l><l n="292"><milestone unit="Para" ed="P"/>αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο </l><l n="293">δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν </l><l n="294">εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, </l><l n="295">ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. </l><l n="296">αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν </l><l n="297">ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν </l><l n="298">ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. </l><l n="299">οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, </l><l n="300">τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. </l><l n="301"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, </l><l n="302">βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ </l><l n="303">ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων </l><l n="304">μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. </l><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l><l n="315">Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. </l><l n="316">ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι </l><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l><l n="323">ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. <!-- <milestone type="endquote"/>--></l><l n="324"><milestone unit="Para" ed="P"/>ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός. </l><l n="325">αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας </l><l n="326">πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες </l><l n="327">κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα </l><l n="328">τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. </l><l n="329">ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα </l><l n="330">θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους. </l><l n="331">οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο </l><l n="332">πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, </l><l n="333">πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. </l><l n="334"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, </l><l n="335">εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, </l><l n="336">ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>