<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:174-191</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:174-191</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="174">αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ </l><l n="175">ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, </l><l n="176">ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων </l><l n="177">ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται </l><l n="178">ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. </l><l n="179">τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ </l><l n="180">κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς </l><l n="181">ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ </l><l n="182">στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος </l><l n="183">κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. <milestone unit="card" n="184" ed="P"/>
            </l><l n="184"><milestone unit="Para" ed="P"/>αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, </l><l n="185">βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ </l><l n="186">ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο </l><l n="187">παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν </l><l n="188">ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου </l><l n="189">κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. </l><l n="190">τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· </l><l n="191">εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>