<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:156-173</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:156-173</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="156">τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι· </l><l n="157">τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν </l><l n="158">εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, </l><l n="159">ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. </l><l n="160">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς </l><l n="161">ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ </l><l n="162">εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ </l><l n="163">ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν. </l><l n="164">τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ </l><l n="165">ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. </l><l n="166">εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="167">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="168">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. <!-- <milestone type="endquote"/>--></l><l n="169"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ </l><l n="170">πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. </l><l n="171">ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ </l><l n="172">ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα </l><l n="173">ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>