<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:129-201</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2:129-201</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="129">ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· </l><l n="130">λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης </l><l n="131">φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με </l><l n="132">ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. </l><l n="133">οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, </l><l n="134">ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. </l><l n="135">ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες </l><l n="136">δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, </l><l n="137">ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. </l><l n="137a"><supplied reason="lost">τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,</supplied></l><l n="138">προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι </l><l n="139">ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι </l><l n="140">πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· </l><l n="141">καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα </l><l n="142">καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι </l><l n="143">καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων </l><l n="144">δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. <!-- <milestone type="endquote"/>--></l><l n="145"><milestone unit="Para" ed="P"/>φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, </l><l n="146">Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· <milestone unit="card" n="147" ed="P"/>
            </l><l n="147"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="148">τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. </l><l n="149">ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω </l><l n="150">ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς </l><l n="151">δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος </l><l n="152">εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· </l><l n="153">ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου </l><l n="154">ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο </l><l n="155">καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, </l><l n="156">τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι· </l><l n="157">τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν </l><l n="158">εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, </l><l n="159">ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. </l><l n="160">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς </l><l n="161">ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ </l><l n="162">εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ </l><l n="163">ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν. </l><l n="164">τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ </l><l n="165">ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. </l><l n="166">εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, </l><l n="167">ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων </l><l n="168">ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. <!-- <milestone type="endquote"/>--></l><l n="169"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ </l><l n="170">πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. </l><l n="171">ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ </l><l n="172">ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα </l><l n="173">ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ. </l><l n="174">αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ </l><l n="175">ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, </l><l n="176">ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων </l><l n="177">ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται </l><l n="178">ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. </l><l n="179">τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ </l><l n="180">κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς </l><l n="181">ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ </l><l n="182">στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος </l><l n="183">κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. <milestone unit="card" n="184" ed="P"/>
            </l><l n="184"><milestone unit="Para" ed="P"/>αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, </l><l n="185">βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ </l><l n="186">ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο </l><l n="187">παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν </l><l n="188">ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου </l><l n="189">κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. </l><l n="190">τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· </l><l n="191">εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. </l><l n="192">ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, </l><l n="193">ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, </l><l n="194">ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, </l><l n="195">πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="196">πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. </l><l n="197">ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· </l><l n="198">δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, </l><l n="199">οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, </l><l n="200">ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος </l><l n="201">ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>